Add parallel Print Page Options

Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ [a]ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε [b]εἰς σωτηρίαν, [c]εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.

Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς [d]εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας [e]εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ· διότι περιέχει [f]ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον [g]ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· [h]ἀπιστοῦσιν δὲ [i]λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.

Ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· 10 οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες. 11 Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς· 12 τὴν ἀναστροφὴν ὑμῶν [j]ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων [k]ἐποπτεύοντες δοξάσωσι τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 2:1 ὑποκρίσεις Treg NIV RP] ὑπόκρισιν WH
  2. ΠΕΤΡΟΥ Α΄ 2:2 εἰς σωτηρίαν WH Treg NIV] – RP
  3. ΠΕΤΡΟΥ Α΄ 2:3 εἰ WH Treg NIV] εἴπερ RP
  4. ΠΕΤΡΟΥ Α΄ 2:5 εἰς WH Treg NIV] – RP
  5. ΠΕΤΡΟΥ Α΄ 2:5 εὐπροσδέκτους WH Treg] + τῷ NIV RP
  6. ΠΕΤΡΟΥ Α΄ 2:6 ἐν WH Treg NIV] + τῇ RP
  7. ΠΕΤΡΟΥ Α΄ 2:6 ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NIV RP] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
  8. ΠΕΤΡΟΥ Α΄ 2:7 ἀπιστοῦσιν WH Treg NIV] ἀπειθοῦσιν RP
  9. ΠΕΤΡΟΥ Α΄ 2:7 λίθος WH Treg NIV] Λίθον RP
  10. ΠΕΤΡΟΥ Α΄ 2:12 ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν WH Treg NIV] ἔχοντες καλήν ἐν τοῖς ἔθνεσιν RP
  11. ΠΕΤΡΟΥ Α΄ 2:12 ἐποπτεύοντες WH Treg NIV] ἐποπτεύσαντες RP